ΟΙ ΚΑΤΑΒΑΣΙΕΣ ΤΩΝ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ
| ᾨδὴ α' |
| Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν· ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς· ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί· ὅτι δεδόξασται. |
| ᾨδὴ γ' |
| Τῷ πρὸ τῶν αἰώνων ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἷ Κύριε. |
| ᾨδὴ δ' |
| ῾Ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετὸς κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄυλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου, Κύριε. |
| ᾨδὴ ε' |
| Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε. |
| ᾨδὴ ς' |
| Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ, οἷον ἐδέξατο· τῇ Παρθένῳ δὲ ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκούσαν κατέσχεν ἀπήμαντον. |
| ᾨδὴ ζ' |
| Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. |
| ᾨδὴ η' |
| Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου, ἣν ὑπέδη, νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. |
| ᾨδὴ θ' |
| Μυστήριον ξένον ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ σπήλαιον· θρόνον Χερουβικὸν τὴν Παρθένον· τὴν φάτνην χωρίον ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεὸς· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. |
http://users.otenet.gr/~gmcr/bible/Katabasies.htm