Κυριακή Δ’ Ματθαίου: Ομιλία περί της θείας μεταλήψεως (Αρχιεπίσκοπος Αστραχάν και Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

 

***

Κυριακὴ Δ’ Ματθαίου

 


Ὁ ἑκατόνταρχος, Χριστιανοί, παρέδωκεν ἡμῖν μάθημα πολλὰ ψυχωφελὲς καὶ σωτήριον· αὐτὸς πιστεύσας, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐστὶν ὁ ἀληθινὸς Θεός, ἐγνώρισε πόσης καθαρότητος χρείαν ἔχει ὅστις πλησιάζει πρὸς Αὐτόν· ἐρευνήσας δὲ τὸν βίον καὶ τὰ ἔργα αὐτοῦ, ἔκρινεν ἑαυτὸν παντελῶς ἀνάξιον τῆς ὑποδοχῆς τοῦ Θεοῦ· ὅθεν, ὅταν ἤκουσεν, ὅτι ὁ Κύριος καὶ Θεὸς μέλλει νὰ ἔλθῃ εἰς τὴν οἰκίαν αὐτοῦ, κἄν ἄνθρωπος ἀξιωματικὸς ἧν καὶ ἐπίσημος, οὐδεμὶαν συστολὴν ἔλαβεν, ἀλλ’ ἔνδον μιᾶς ὁλοκλήρου πόλεως, τῆς Καπερναούμ, ἐνώπιον παντὸς τοῦ λαοῦ, μετὰ μεγίστης πίστεως, εὐλαβείας καὶ ταπεινοφροσύνης, παῤῥησίᾳ, λαμπρᾷ τῇ φωνῇ, εἰς ὑπήκοον πάντων ἐβόησε· «Κύριε, οὐκ εἰμὶ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς» (Ματθ. η΄, 8).

Ὤ φωνὴ μακαρία, διδάσκαλος τῶν προσερχομένων εἰς τὴν μετάληψιν τῶν θείων μυστηρίων! ὤ φωνὴ ἁγία, ἔλεγχος τῶν μεταλαμβανόντων ἀναξίως τὸ σῶμα καὶ τὸ αἷμα τοῦ δεσπότου Χριστοῦ! Ὁ ἑκατόνταρχος ἀκούσας, ὅτι ὁ Κύριος ἔρχεται πρὸς αὐτόν, οὐκ ἀπετόλμησε νὰ εἰσάξῃ αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ τὴν ὑλικὴν καὶ χειροποίητον· ἡμεῖς ἀκούοντες τὸν Θεὸν διὰ τοῦ Παύλου λέγοντα, «Ὅς ἄν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἤ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου» (Α΄ Κορ. ιη΄, 27), αὐθαδιάζοντες εἰσάγομεν Αὐτὸν διὰ τῆς μεταλήψεως τῶν μυστηρίων ἔνδον τῆς ψυχῆς καὶ τοῦ σώματος ἡμῶν. Εἰς τὸν ἑκατόνταρχον ὑπόσχεται ὁ Κύριος θεραπείαν· «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν» (Ματθ. η΄, 7) καὶ ὅμως αὐτὸς φοβεῖται τὴν ὑποδοχήν· εἰς τοὺς ...

ἀναξίως μεταλαμβάνοντας φοβερίζει ὁ Κύριος ἀσθένειαν καὶ θάνατον· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί» (Α΄ Κορ. ια΄, 30) καὶ ὅμως αὐτοὶ ἀφόβως Αὐτὸν μεταλαμβάνουσιν. Ὁ ἑκατόνταρχος οὐδόλως συνεστάλη, ἀλλ’ ἐνώπιον παντὸς τοῦ λαοῦ ὡμολόγησε τὴν ἑαυτοῦ ἀναξιότητα· ἡμεῖς μηδόλως φοβούμενοι μεταλαμβάνομεν ἀναξίως, ἵνα φανῶμεν εἰς τοὺς ἀνθρώπους ἄξιοι τοῦ μυστηρίου. Τοῦτο δὲ ἴσως συμβαίνει, ἀγαπητοί μου ἀδελφοί ἤ ἐπειδὴ οὐδεποσῶς στοχαζόμεθα τοῦ μυστηρίου τὸ ὕψος ἤ ἐπειδὴ οὐδόλως ἐρευνῶμεν τῶν ἁμαρτιῶν ἡμῶν τὸ βᾶρος ἤ τέλος πάντων ἐπειδὴ οὐδὲ τὸ πρῶτον συλλογιζόμεθα, οὐδὲ τὸ δεύτερον εἰς νοῦν λαμβάνομεν.

Ἀληθῶς ἡμεῖς, ὅταν προσερχώμεθα εἰς τὸ μυστήριον τῆς Θείας Εὐχαριστίας, οὐδὲν ἄλλο βλέπομεν εἰμὴ ἄρτον καὶ οἶνον καί, ὅταν αὐτὸ μεταλαμβάνωμεν, οὐδὲν ἕτερον αἰσθανόμεθα εἰμὴ ποιότητα ἄρτου καὶ οἴνου· ἀλλ’ ἡ πίστις νικᾷ τὴν αἴσθησιν· αὐτὴ ἔχει βεβαιότητα μείζονα τῆς τῶν ὀφθαλμῶν καὶ ἀσφάλειαν περισσοτέραν τῆς γεύσεως καὶ τῶν λοιπῶν αἰσθήσεων· διότι ἡ μὲν αἴσθησις μόνα τὰ ἔξω, τὰ περὶ τὴν οὐσίαν, τὰ καλούμενα συμβεβηκότα, παρίστησιν εἰς τὸν νοῦν τοῦ ἀνθρώπου· ἡ δὲ πίστις προχωρεῖ εἰς τὰ ἔνδον καὶ εἰς αὐτὴν τῶν πραγμάτων τὴν οὐσίαν. Διὰ τοῦτο ὁ θεηγόρος Πέτρος, κἄν εἶδε καὶ ἤκουσε καὶ ἵν’ οὕτως εἴπω, ἐψηλάφησε καὶ τὰ θαύματα καὶ τὴν μεταμόρφωσιν καὶ τὸ πάθος καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τοῦ δεσπότου Χριστοῦ, ἐλογίζετο ὅμως τὸν λόγον τῆς πίστεως βεβαιότερον τῶν ἰδίων αἰσθήσεων. Ὅθεν καὶ τοὺς προσέχοντας εἰς αὐτὸν μετ’ ἐπαίνων ἐστήριζε, λέγων «Καὶ ταύτην τὴν φωνήν, ἤγουν τὴν “οὗτος ἐστὶν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὅν ἐγὼ εὐδόκησα”, ἡμεῖς ἠκούσαμεν ἔξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ· καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον» (Β΄ Πετρ. α΄, 17-19)· οὐ μόνον δὲ ἐλογίζετο τοῦτο, ἀλλὰ καὶ ἐπήνει τοὺς προσέχοντας εἰς τὸν λόγον τῆς πίστεως, καθότι αὐτὸς ἕως οὗ ἐσμὲν ἐν τῷ σκότει τοῦ παρόντος βίου, φωτίζει ἡμᾶς, καθὼς φωτίζει ὁ λύχνος τοὺς ἐν σκοτεινῷ τόπῳ· φωτίζει δέ, ἕως ἄν ἀναφανῇ ἡ ἡμέρα τῆς μεταστάσεως ἡμῶν ἐκ τοῦ σκότους τῆς ζωῆς καὶ ἀνατείλῃ ἐν ταῖς καρδίαις ἡμῶν ὁ φωσφόρος, ἤγουν ἕως ἄν ἴδωμεν αὐτὸν τὸν πιστευόμενον Ἰησοῦν Χριστόν, «, καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν» (Β΄ Πετρ. α΄, 19). Ὁ παντοδύναμος Θεὸς καὶ διὰ τύπων καὶ διὰ μεταβολῶν καὶ διὰ λόγων καὶ διὰ πραγμάτων ἐπληροφόρησεν ἅπαντας, ὅτι ὁ ἄρτος τοῦ μυστηρίου, ὅν ἐσθίομεν, ἐστὶ τὸ σῶμα τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ καὶ ὁ οἶνος, ὅν πίνομεν, ἐστὶ τὸ ζωοποιὸν αὐτοῦ αἷμα. Πρῶτος ὁ πατριάρχης Νῶε ὁ ἀπὸ τοῦ κατακλυσμοῦ τοῦ ὕδατος τὸ σπέρμα τῆς ἀνθρωπίνης φύσεως διασώσας φυτεύει ἀμπελῶνα καὶ πίνει οἶνον· τύπος τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ (Γεν. θ΄, 20), ὅστις ἔσωσε τῶν ἀνθρώπων τὸ γένος ἀπὸ τοῦ κατακλυσμοῦ τῆς ἁμαρτίας καὶ πρῶτος εὐλόγησε τὸν οἶνον καὶ μετέβαλεν αὐτὸν εἰς τὸ αἷμα αὐτοῦ· ὁ πρῶτος ἱερεὺς τοῦ Θεοῦ ὑψίστου, ὁ ἀγενεαλόγητος Μελχισεδέκ, « ἀφωμοιωμένος τῷ υἱῷ τοῦ Θεοῦ» (Ἑβρ. ζ΄, 3), λαμβάνει μὲν τὰς δεκάτας παρὰ τοῦ Ἁβραάμ, προσφέρει δὲ καθ’ ὁμοίωσιν αὐτοῦ τοῦ υἱοῦ τοῦ Θεοῦ ἄρτον καὶ οἶνον, ἅμα δὲ καὶ εὐλογίαν, σημαίνων, ὅτι πρώτη ἱερωσύνη, ἡ εὐλογοῦσα τὴν ἐκ περιτομῆς ἱερωσύνην τὴν ἔξ Ἁβραὰμ καταγομένην, ἐστὶν ἡ ἐξ ἀκροβυστίας, ἤγουν ἡ κατὰ Χριστόν, ἥτις προσφέρει ἄρτον καὶ οἶνον, δι’ εὐλογίας μεταβάλλουσα αὐτὰ εἰς τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου Ἰησοῦ τοῦ κατὰ σάρκα υἱοῦ τοῦ Ἁβραάμ. Προστάττει ὁ Θεὸς τοὺς Ἰσραηλίτας, λέγων· «Λάβετε πρόβατον τέλειον» (Ἔξοδ. ιβ΄, 5) καὶ σφάξαντες αὐτὸ φάγετε· ἀλείψατε δὲ διὰ τοῦ αἵματος αὐτοῦ «τοὺς δύο σταθμοὺς καὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν φάγωσιν αὐτὰ ἐν αὐτοῖς»· (Ἐξοδ. ιβ΄, 7) καὶ τὸ μὲν πρόβατον σύμβολον ἐστὶ τοῦ «ὡς πρόβατον ἐπὶ σφαγὴν» (Ἠσ. νγ΄, 7) ἀχθέντος Ἰησοῦ Χριστοῦ, οὗ τὸ σῶμα ἡμεῖς μεταλαμβάνομεν· τὸ δὲ αἷμα τοῦ προβάτου τύπος τοῦ δεσποτικοῦ αἵματος, δι’ οὗ κατὰ μὲν τὸ ὁρώμενον ἁγιάζομεν τὰ δύο χείλη καὶ τὴν γλῶσσαν, κατὰ δὲ τὸ νοούμενον χάριτος πληροῦμεν τὸ λογικὸν καὶ θυμοειδὲς καὶ ἐπιθυμητικὸν τῆς ψυχῆς.

Μετὰ δὲ ταῦτα, ἵνα βεβαιώσῃ ἡμᾶς ὁ Θεός, ὅτι ἐν τῇ Θεία Εὐχαριστίᾳ ὁ μὲν ἄρτος μεταβάλλεται εἰς τὸ ζωηφόρον σῶμα τοῦ Ἰησοῦ Χριστοῦ, ὁ δὲ οἶνος εἰς τὸ ζωοποιὸν Αὐτοῦ αἷμα, ἄλλας μεταβολὰς ὁμοίας προκατασκευάσας ἀπέδειξεν. Ὅθεν ὁ μὲν Μωϋσῆς εἰς τὴν Αἴγυπτον τοῦ ποταμοῦ τὸ ὕδωρ μετέβαλεν εἰς αἷμα· «Καὶ μετέβαλε πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα»· (Ἔξοδ. ζ΄, 20) ὁ δὲ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας εἰς οἶνον μετέβαλε τὸ ἐν ταῖς ὑδρίαις ὕδωρ· «Ὥς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος» (Ἰωαν. β΄, 9).

Μετὰ δὲ τοὺς τύπους καὶ τῶν μεταβολῶν τὰ παραδείγματα τότε παῤῥησίᾳ ἤρξατο ὁ Θεάνθρωπος λέγειν· «Ἐγὼ εἰμὶ ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐὰν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δέ, ὅν ἐγὼ δώσω, σάρξ μου ἐστίν, ἥν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς» (Ἰωαν. στ΄, 51). Ταῦτα δὲ αὐτοῦ διδάσκοντος, μάχονται μὲν πρὸς ἀλλήλους οἱ Ἰουδαῖο καὶ «πῶς, λέγουσι, δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν» (Ἰωαν. στ΄, 52); Τοσοῦτον δὲ σκανδαλίζονται πολλοὶ τῶν μαθητῶν αὐτοῦ, ὥστε παῤῥησίᾳ κατηγοροῦσι αὐτὸν, λέγοντες· «Σκληρὸς ἐστὶν· τὶς δύναται αὐτοῦ ἀκούειν»; (Ἰωαν. στ΄, 60) αὐτὸς δὲ ἐπιβεβαιοῖ τὸν λόγον αὐτοῦ, δηλοποιῶν ἅμα καὶ τὴν ἀνάγκην τῆς μεταλήψεως τοῦ μυστηρίου· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς» (Ἰωαν. στ΄, 53). Καὶ ταῦτα μὲν ἐδίδαξε τότε ὁ Θεάνθρωπος ἐν τῇ Καπερναοῦμ· ὅτε δὲ ἦλθεν ἡ ἐσπέρα τοῦ Μυστηρίου, τότε ἐν τῇ ἁγίᾳ Σιὼν ἀνακείμενος μετὰ τῶν δώδεκα ἀποστόλων, λαβὼν ἐν ταῖς ἁγίαις αὐτοῦ χερσὶ τὸν ἄρτον καὶ εὐλογήσας, διέκοψε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ καὶ εἶπε· «Λάβετε, φάγετε· τοῦτο ἐστὶ τὸ σῶμα μου· καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς, λέγων· Πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γὰρ ἐστὶ τὸ αἷμα μου» (Ματθ. κε΄, 26-28)

Χριστιανέ, λοιπὸν σὺ μὲν ἄρτον βλέπεις, ἀλλὰ σὺ πιστεύεις, ὅτι αὐτὸ ἐστὶ τὸ σῶμα τοῦ Κυρίου σου· οἶνον βλέπεις, ἀλλ’ ὁ δεσποτικὸς λόγος πείθει σε, ὅτι αὐτὸ ἐστὶ τοῦ Κυρίου σου τὸ αἷμα· ἡ πίστις σου νικᾷ τὴν αἴσθησίν σου. Καθὼς δέ, ὅσοι εἶδον τὸν Ἰησοῦν Χριστὸν ἐν τῇ γῇ περιπατοῦντα καὶ ἐπίστευσαν αὐτῷ, διὰ μὲν τῶν σωματικῶν ὀφθαλμῶν ἔβλεπον ἄνθρωπον, διὰ δὲ τῆς πίστεως τῆς ἐν τῇ ψυχῇ αὐτῶν ὡμολόγουν αὐτὸν θεόν, οὕτῳ καὶ σὺ διὰ μὲν τῶν ὀμμάτων τοῦ σώματος βλέπεις ἄρτον καὶ οἶνον, διὰ δὲ τοῦ φωτὸς τῆς πίστεως πιστεύεις, ὅτι ὁ ἄρτος ἐστὶ τὸ σῶμα καὶ ὁ οἶνος ἐστὶ τὸ αἷμα τοῦ δεσπότου σου· πιστεύων δὲ ἐκεῖνο, ὅπερ οὐ βλέπεις, μᾶλλον δὲ ἄλλο ἐκείνου, ὅπερ βλέπεις, γίνεσαι μακάριος· «Μακάριοι», λέγει ὁ Κύριος «οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες» (Ἰωαν. κ΄, 29). Ἐὰν ἔβλεπες τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου σου, τότε οὐδόλως εἶχες χρείαν τῆς πίστεως· ἐπειδὴ οὐχὶ τὰ ὁρώμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα πιστεύομεν· «Ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων» Ἑβρ. ια΄, 1). Ὅθεν οὐδὲ τοῦ μακαρισμοῦ τῆς πίστεως ὑπῆρχες τότε ἄξιος. Διὰ τοῦτο οὖν ἡ παντοδύναμος τοῦ ὑψίστου δεξιὰ ἐπικαλύπτει ἐν τῷ μυστηρίῳ τῆς εὐχαριστίας τὸ σῶμα καὶ τὸ αἷμα τοῦ υἱοῦ αὐτοῦ διὰ τῶν συμβεβηκότων τοῦ ἄρτου καὶ τοῦ οἴνου, ἵνα, βλέποντες τὸν ἄρτον καὶ πιστεύοντες, ὅτι ἐστὶ τὸ σῶμα καὶ βλέποντες τὸν οἶνον καὶ πιστεύοντες ὅτι ἐστὶ τοῦ Ἰησοῦ Χριστοῦ τὸ αἷμα, ἀπολαμβάνωμεν τὸν ἀμαράντινον τῆς πίστεως στέφανον· πρὸς τούτοις, ἐὰν ἔβλεπες γυμνὸν καὶ ἀπαρακάλυπτον τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Κυρίου σου, πῶς ἧν δυνατὸν νὰ πλησιάσῃς καὶ μεταλάβῃς αὐτά;

Ὁ Μωϋσῆς καταβὰς ἀπὸ τοῦ ὄρους Σινᾶ, ἐν ὅσῳ ἀσκέπαστον εἶχε τὸ δοξασθὲν αὐτοῦ πρόσωπον, οὐκ ἠδύναντο οἱ Ἰσραηλῖται διὰ τὴν ἔλλαμψιν τῆς δόξης ἐνατενίσαι καὶ ἰδεῖν αὐτό· ὅταν δὲ τὸ πρόσωπον αὐτοῦ ἐσκέπαζε, τότε ἐπλησίαζον πρὸς αὐτὸν καὶ ἤκουον τὴν φωνὴν αὐτοῦ. Ὁ Μωϋσῆς οὖν τότε, ἀκάλυπτος μέν, ἐγίνετο ἀρπόσιτος, κεκαλυμένος δὲ ἐγίνετο προσιτός· ἐὰν τὸ μυστήριον τῆς εὐχαριστίας ἔμενε παντελῶς ἀπαρακάλυπτον, αὐτὸ ἧν ἀναμφιβόλως ἀπρόσιτον· ἐὰν ἔβλεπες τὸ ὑπερένδοξον και τεθεωμένον σῶμα καὶ αἷμα τοῦ υἱοῦ τοῦ Θεοῦ, οὐ μόνον οὐκ εἶχες δύναμιν νὰ πλησιάσῃς καὶ μεταλάβῃς, ἀλλ’ οὐδὲ κἄν νὰ ἐνατενίσῃς τὰς ὄψεις ἐπ’ αὐτό· ἔτρεμες τότε, ἔφριττες, ἔφευγες ἤ ἔπιπτες· Καλύπτει οὖν αὐτὰ ἡ πανάγαθος καὶ παντοδύναμος πρόνοια τοῦ Θεοῦ διὰ τῶν συμβεβηκότων τοῦ ἄρτου καὶ τοῦ οἴνου καὶ οὕτω γίνονται οὐχὶ μόνον προσιτά, ἀλλὰ καὶ μεταληπτά· καὶ τοῦτο δεύτερον αἴτιον τοῦ μυστηριώδους τούτου καλύμματος. Ἀναγκαῖον τὸ κάλυμμα εἰς τὸ πρόσωπον τοῦ Μωϋσέως, ἵνα πλησιάζωσιν αὐτὸν οἱ Ἰσραηλῖται· πολλῷ ἀναγκαιότερον τὸ κάλυμμα εἰς τὸ μυστήριον τῆς εὐχαριστίας, ἵνα ἡμεῖς αὐτὸ μεταλαμβάνωμεν. Ἐκεῖνο τὸ ὑλικὸν κάλυμμα τύπος ἦν τοῦ μυστηριώδους τούτου καλύμματος· ἐκεῖνο καταληπτόν, τοῦτο ἀκατάληπτον· ἐκεῖνο ἐσκέπαζε τὸ πρόσωπον τοῦ Μωϋσέως, τοῦτο καλύπτει τὸ θεὶον σῶμα καὶ αἷμα τοῦ μονογενοῦς υἱοῦ τοῦ Θεοῦ· τὸ πράγμα τοῦτο, μυστήριον τῶν μυστηρίων ἀκατανόητον, ὑπερβαῖνον πάντας τοὺς ὅρους τῆς φύσεως, οὐδὲ λόγῳ πολυπραγμονούμενον, οὐδὲ ἀνθρωπίνοις λογισμοῖς περιλαμβανόμενον, πίστει δὲ μόνῃ κατανοούμενον καὶ πιστευόμενον καὶ λατρευόμενον.

Ἐκ τούτου ὁ μὲν ἄπιστος, βλέπων τὸν ἄρτον καὶ τὸν οἶνον καὶ ἀκούων, ὅτι ἐστὶ τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Ἰησοῦ Χριστοῦ, γελᾷ καὶ περιπαίζει· ὁ δὲ αἱρετικός, ζητῶν παραλόγως τὸν φυσικὸν τῆς μεταβολῆς λόγον εἰς τὸ ὑπὲρ φύσιν καὶ λόγον μυστήριον καὶ μὴ δυνάμενος εὑρεῖν αὐτόν, μωρολογεῖ, λέγων, ὅτι ὁ ἄρτος καὶ ὁ οἶνος τῆς εὐχαριστίας τύπος μόνον ἐστὶ τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ· ἡμεῖς δὲ οἱ πιστοὶ καὶ Ὀρθόδοξοι βλέπομεν καὶ μετὰ τὴν μυστηριώδη εὐλογίαν ἄρτον καὶ οἶνον, ἀλλ’ ἀκούοντες τοῦ Θεοῦ τὴν φωνὴν «Τοῦτο ἐστὶ τὸ σῶμα μου και τοῦτο ἐστὶ τὸ αἷμα μου» (Ματθ. κστ΄, 26-27), «ἔχομεν τὸν λόγον τῆς πίστεως βεβαιότερον» τῆς ὁρατικῆς δυνάμεως (Β΄ Πετρ. α΄, 19)· γνωρίζομεν ὅτι ἡ μυστηριώδης μεταβολὴ οὐ γίνεται κατὰ φυσικὸν λόγον, ὁμολογοῦμεν δὲ, ὅτι ἐπιτελεῖται διὰ τῆς θείας καὶ παντοδυνάμου Χάριτος· καὶ καθὼς μηδὲ τὸν φυσικὸν λόγον, μηδὲ τὸν τρόπον ζητοῦντες, πιστεύομεν, ὅτι ὁ Θεὸς ἕν ἐστὶ καὶ τρία καὶ ὁ Θεὸς ἐγένετο ἄνθρωπος καὶ ὅτι ἡ μήτηρ τοῦ Θεοῦ παρθένος ἔτεκε καὶ παρθένος ἔμεινε καὶ πάντα τὰ λοιπὰ ἀκατάληπτα τῆς πίστεως μυστήρια, οὕτως ὁμολογοῦμεν, ὅτι ἐν τῇ Θείᾳ Εὐχαριστίᾳ, μενότνων τῶν συμβεβηκότων τοῦ ἄρτου καὶ τοῦ οἴνου, ἡ μὲν οὐσία τοῦ ἄρτου μεταβάλλεται εἰς τὸ σῶμα τοῦ Ἰησοῦ Χριστοῦ, ἡ δὲ οὐσία τοῦ οἴνου εἰς τὸ αἷμα αὐτοῦ, κἄν μὴ δυνάμεθα νὰ νοήσωμεν τὸν λόγον καὶ τὸ πῶς.

Ὥστε, ὅταν προσερχώμεθα εἰς τὴν μετάληψιν τῶν μυστηρίων, ἡμεῖς πλησιάζομεν εἰς τὸν Θεόν, θέλοντες, ἵνα ἐνωθῶμεν μετ’ αὐτοῦ. Πρέπει, λοιπόν, νὰ συλλογισθῶμεν τὶς ἐστὶν ὁ Θεός, ποῖοι ἡμεῖς και πόσον μισεῖ ὁ Θεὸς τὴν ἁμαρτίαν· Ὁ Θεὸς ἐστὶ πανακήρατος καὶ πανάγιος, μᾶλλον δὲ ἡ αὐτοαγιωσύνη· ἡμεῖς βεβορβορωμένοι καὶ ἁμαρτωλοί, πάσης ἀνομίας καὶ ἀκαθαρσίας καταγώγια· Ἐφανέρωσε δὲ ὁ Θεὸς πόσον ἀποστρέφεται τὴν ἁμαρτίαν, ὅταν ἐκήρυξε διὰ τῶν προφητῶν, ὅτι οὐδόλως δύναται οὐδὲ κἄν πρὸς ὀλίγον πλησιάσῃ πρὸς αὐτὸν ὁ πονηρὸς ἄνθρωπος (ψλμ. δ΄, 6)· ὅτι οὐδόλως δύνανται νὰ παρασταθῶσιν ἔμπροσθεν τῶν ὀφθαλμῶν αὐτοῦ οἱ παράνομοι· ὅτι μισεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀφανίζει πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, βδελύσσεται τὸν ἄνδρα τὸν φονέα καὶ τὸν δόλιον· ἐφανέρωσε πόσον ἀποστρέφεται τὴν ἁμαρτίαν, ὅταν δι’αὐτὴν ἐπαίδευσε τοὺς ἀγγέλους, ἐξώρισε τοὺς πρωτοπλάστους, κατέκλυσε τὸν κόσμον, ἔβρεξε πῦρ καὶ θεῖον εἰς τὰ Σόδομα, ἐμέστιξε τὴν Αἴγυπτον, ἔστρεψε τὴν θάλασσαν, ἔσχισε τὴν γῆν, ἐξήλειψε τὰ ἔθνη τὰ ἄνομα, παρέδωκεν εἰς ἀφανισμὸν καὶ αὐτὴν τὴν πόλιν τὴν ἁγίαν τὴν Ἱερουσαλήμ· ἐφανέρωσε τὸ ἄπειρον βάρος τῆς ἁμαρτίας, ὅταν ἔδειξεν, ὅτι διὰ τὴν αὐτῆς ἐξάλειψιν καὶ τὴν σωτηρίαν τῶν ἁμαρτωλῶν ἀπέθανε διὰ σταυρικοῦ θανάτου ὁ ἀναμάρτητος καὶ μονογενὴς αὐτοῦ υἱός. Πῶς, λοιπόν, ἡμεῖς, ἁμαρτωλοὶ ὄντες, πλησιάζομεν εἰς αὐτόν; πῶς, πεπληρωμένοι ὄντες πάσης ἀνομίας, προσερχόμεθα εἰς τὴν τράπεζαν τῶν ἀχράντων καὶ φρικτῶν αὐτοῦ μυστηρίων;

Ἤκουσας ποτὲ πόσην καθαρότητα ζητεῖ ὁ Θεὸς ἀπὸ τῶν θελόντων πλησιάσαι πρὸς αὐτόν; ὅτε ὁ Θεὸς ἠθέλησεν, ἵνα οἱ Ἰσραηλῖται πλησιάσωσιν εἰς τὸ ὄρος τὸ Σινᾶ, ὅπου αὐτὸς κατέβη, τότε εἶπε πρὸς τὸν Μωϋσῆν· «καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἰμάτια καὶ ἔστωσαν ἔτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην» (Ἔξοδ. ιθ΄, 10-11). Ἀκούεις; Κάθαρσις· «Ἅγνισον αὐτούς». Πλύσις· «Καὶ πλυνάτωσαν τὰ ἱμάτια»· ἐτοιμασία τριήμερος· «Καὶ ἔστωσαν ἔτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην». Τόσην ἑτοιμασίαν ποιεῖ ὁ λαὸς τοῦ Ἰσραήλ, οὐχ ἵνα ἀναβῇ ἐπάνω εἰς τὴν κορυφὴν τοῦ ὄρους Σινᾶ, ὅπου κατέβη ὁ Θεός, ἀλλ’ ἵνα σταθῇ κάτω κύκλῳ τῆς ὑπωρείας τοῦ ὄρους· μετὰ δὲ τὴν τοσαύτην ἑτοιμασίαν οὐδεὶς ἐτόλμα οὐχὶ μόνον ἵνα ἀναβῇ εἰς τὸ ὄρος, ἀλλ’ οὐδὲ κἄν νὰ ψηλαφήσῃ αὐτό· «Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, καὶ θίγειν τι αὐτοῦ» (Ἔξοδ. ιθ΄, 12)· οὐαὶ δὲ εἰς ἐκεῖνον, ὅστις ἀπετόλμα νὰ ψηλαφήσῃ τὸ ὄρος· τόξου βέλος, λιθοβόλημα, θάνατος ἦν ἡ τιμωρία αὐτοῦ· «Πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει· οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἤ βολίδι κατατοξευθήσεται» (Ἔξοδ. ιθ΄, 13)· ἐξαίρεσις δὲ οὐδεμία· «Ἐὰν τε κτῆνος, ἐὰν τε ἄνθρωπος, οὐ ζήσεται». Σύ, λοιπόν, ὅστις πλησιάζεις οὐχὶ εἰς τὸ ὄρος, ἀλλ’ εἰς τὸν Θεόν·  σύ, λέγω, ὅστις οὐ ψηλαφᾷς τὸ Σινᾶ, ἀλλὰ καὶ ψηλαφᾷς καὶ μεταλαμβάνεις τὸ σῶμα καὶ τὸ αἷμα τοῦ υἱοῦ τοῦ Θεοῦ, ποίαν ἑτοιμασίαν ποιεῖς; καθαρίζεις πρῶτον τὴν ψυχήν σου διὰ τῆς μετανοίας; Πλύνεις τοὺς ῥύπους καὶ τὰς ἀκαθαρσίας τῆς καρδίας διὰ τῶν δακρύων σου; ἑτοιμάζεσαι ἄν πρὸ τριῶν ἡμερῶν διὰ προσευχῆς καὶ νηστείας καὶ τῶν ἄλλων θεαρέστων πράξεων; Σὺ καταδαπανᾷς μὲν ὅλον τὸν καιρὸν τῆς νηστείας τὸν ὑπὸ τῆς ἐκκλησίας διωρισμένον διὰ τὴν ἑτοιμασίαν τῆς θείας μεταλήψεως εἰς τὰς σωματικὰς μερίμνας καὶ φροντίδας, περιμένεις δὲ τὴν ἐσχάτην καὶ τελευταίαν ἡμέραν τῆς νηστείας, ἵνα ἔλθῃς πρὸς τὸν πνευματικόν σου πατέρα· τότε δὲ σὺ μὲν μόλις μετὰ πολλῆς σπουδῆς προφθάνεις νὰ ἐξαγγείλῃς ἐκεῖνα τὰ ἁμαρτήματα, ὅσα ἡ μνήμη σου τότε ὑπαγορεύει· οὐδὲ δάκρυον χέεις, οὐδὲ ἀπόφασιν ποιεῖς διορθώσεως καὶ ἐπιστροφῆς· ἐκεῖνος δέ, βλέπων τὸ περιμένον πλῆθος τῶν ἐξομολογηθησομένων καὶ σπουδάζων, ἵνα ἀκούσῃ πάντων τὴν ἐξομολόγησιν, οὐδὲ ἐλέγχει σε ὡς πρέπει, οὐδὲ σε νουθετεῖ κατὰ τὸ χρέος αὐτοῦ· καὶ οὕτως αὐτὸς μὲν μετὰ πολλῆς ταχύτητος ἀναγινώσκει σοι τὴν συγχωρητικὴν εὐχήν, σὺ δὲ τὴν αὔριον ἤ, ἄν τύχῃ, τὴν αὐτὴν ὥραν, τολμᾷς ἀνυποστόλως καὶ μεταλαμβάνεις ἀφόβως τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου σου Ἰησοῦ Χριστοῦ.

Ἐὰν ὁ Θεὸς ἐπαῤῥησιάζετο εἰς τὴν ἁγίαν τράπεζαν, καθὼς ἐφάνη ἐπάνω εἰς τὸ ὄρος τὸ Σινᾶ, «Αἱ φωναὶ καὶ ἀστραπαί, ἡ γνοφώδης νεφέλη» (Ἔξοδ. ιθ΄, 16-18) καὶ ὁ φοβερὸς ἦχος τῆς σάλπιγγος ἐφόβουν ἡμᾶς, καθὼς ἐφόβησαν τότε τοὺς ὄντας ἐν τῇ παρεμβολῇ καὶ τὸ πῦρ ἐκεῖνο καὶ ὁ καπνὸς ὁ ἀναβαίνων ὡς ἀπὸ καμίνου καιομένης ἐποίει ἡμᾶς ἐκστατικοὺς σφόδρα, καθὼς τότε τὸν λαὸν τοῦ Ἰσραήλ· ἐὰν ὁ Θεὸς ἐφαίνετο ἐπάνω εἰς τὸ θυσιαστήριον, καθὼς ἐφανερώθη ἐπάνω εἰς τὸ ὄρος τὸ Χωρήβ, «Τὸ πνεύμα τὸ μέγα καὶ κραταιόν, τὸ διαλύον τὰ ὄρη καὶ συντρίβον τὰς πέτρας, καὶ ὁ συσσεισμὸς ὁ φοβερός» (Βασιλ. ιθ΄, 11-13), ἔστρεφεν ἡμᾶς εἰς τὰ ὀπίσω, ἐκαλύπταμεν βέβαια καὶ ἡμεῖς τὸ πρόσωπον ἡμῶν, καὶ φεύγοντες ἐκρυπτόμεθα ὑπὸ τὰ σπήλαια, καθάπερ τότε ὁ Ἠλίας μεγαλώνυμος· ἐὰν κατὰ τὴν ὥραν τῆς τελετῆς τοῦ μυστηρίου ἐφανεροῦτο «ὁ υἱὸς τοῦ ἀνθρώπου μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ἐρχόμενος» (Δαν. ζ΄, 18), ἐβλέπαμεν δὲ ποταμὸν πύρινον ἔμπροσθεν αὐτοῦ καὶ χιλίας χιλιάδας ἀγγέλων λειτουργούντων αὐτῷ, καὶ μυρίας μυριάδας ἀρχαγγέλων παρεστηκότων ἐνώπιον αὐτοῦ, καθὼς ἐπαῤῥησιάσθη εἰς τὴν Βαβυλῶνα ἐνώπιον τοῦ Δανιήλ, ἔφριττεν ἀναμφιβόλως τὸ πνεῦμα καὶ ἐταράττοντο οἱ διαλογισμοὶ τῆς ψυχῆς καὶ ἠλλοιοῦτο ἡ μορφὴ τοῦ προσώπου ἡμῶν, καθὼς τότε ἡ τοῦ μεγάλου προφήτου Δανιήλ· ἐὰν ἔβλεπες, Χριστιανέ, ὅταν πλησιάζῃς εἰς τὴν μετάληψιν τοῦ μυστηρίου, «Τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου» (Ἠσ. στ΄, 1) καὶ πλήρη δόξης τὸν οἶκον αὐτοῦ καὶ Σεραφὶμ ἑξαπτέρυγα κύκλῳ αὐτοῦ, ταὶς μὲν δυσὶ τῶν πτερύγων κατακαλύπτοντα τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, ταὶς δὲ δυσὶ πετόμενα καὶ κραυγάζοντα καὶ λέγοντα «Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ» (Ἠσ. στ΄, 3) καὶ ἔβλεπες εἰς τὴν χεῖρα τοῦ ἱερέως τὸν ἄνθρακα, ὅν λαμβάνει διὰ τῆς λαβίδος καὶ ἅπτεται τοῦ στόματός σου, τότε βέβαια κατενύγετο ἡ καρδία σου καὶ ἐβόας, ὥσπερ ὁ μεγαλοφωνότατος Ἠσαΐας, ὤ ταλαίπωρος ἐγώ, ἄνθρωπος ἁμαρτωλὸς ὤν «Καὶ ἀκάθαρτα χείλη ἔχων» οὐ μόνον βλέπω, ἀλλὰ καὶ μεταλαμβάνω τὸν βασιλέα τῆς δόξης καὶ Κύριον σαβαώθ· ἐὰν μίαν μόνην ἀκτῖνα τῆς θείας δόξης, ἐτρόμαζες τότε, καὶ μὴ δυνάμενος στῆσαι τοὺς πόδας σου ἔπιπτες ἐπὶ πρόσωπον, καθὼς ἔπεσον οἱ μαθηταὶ τοῦ Χριστοῦ, ὅτε ἐν τῷ Θαβωρίῳ ὄρει ἔλαμψεν ἡ θεία δόξα τοῦ προσώπου αὐτοῦ.

Ταῦτα ἀληθῶς οὐ βλέπετε· ἀλλ’ οὐκ ἠκούσατε τὶ ἔπαθεν ὁ Ὀζά, ὅταν ἀυθαδῶς ἤγγιζε τὴν κιβωτὸν τοῦ Θεοῦ; «Ἐθυμώθη Κύριος ὀργῇ τῷ Ὀζᾷ καὶ ἔπαισεν αὐτὸν ἐκεῖ ὁ Θεὸς καὶ ἀπέθανεν ἐκεῖ παρὰ τὴν κιβωτὸν τοῦ Κυρίου ἐνώπιον τοῦ Θεοῦ» (Β΄ Βασιλ. στ΄, 7)· οὐκ ἐμάθατε τὶ ἔπαθεν ὁ Ὀζίας ὅτε παρανόμως ἐθυμίασεν ἐν τῷ ναῷ; «Ἡ λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ, ἐναντίον τῶν ἱερέων, ἐν οἴκῳ Κυρίου, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων» (Β΄ Παραλ. κστ΄, 19)· οὐκ ἀνέγνωτε τὶ συνέβη εἰς τοὺς ἀνευλαβεῖς καὶ πονηροὺς ἱερεῖς Ὀφνὶ καὶ Φινεὲς τοὺς ἀναξίως βαστάζοντας τὴν κιβωτὸν τοῦ Κυρίου; «Ἔπεσον ἀμφότεροι ἐν τῇ παρεμβολῇ τοῦ πολέμου καὶ ἀπέθανον» ( Α΄ Βασιλ. δ΄, 11).

Μήπως δέ, ἐπειδὴ ὁ Θεὸς ἐν τῷ μυστηρίῳ τῆς εὐχαριστίας οὐ παῤῥησιάζεται, καθὼς πολλάκις τὸ πάλαι ἐφάνη, οὐδὲ παιδεύει τοὺς ἀναξίους καθὼς πρότερον, διὰ τοῦτο ἡμεῖς καταφρονοῦμεν «τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας αὐτοῦ» (Ῥωμ. γ΄, 4); Ἀλλ’ ἐὰν οὕτως ἔχῃ, οὐαὶ ἡμῖν! διότι κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον καρδίαν ἡμῶν θησαυρίζομεν ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ Θεοῦ· ἐπειδὴ «Ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῶ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου» (Α΄ Κορ. ια΄, 29). Τοῦτο δὲ τὸ κρίμα ἐπάγει οὐχὶ μόνον ποικίλα παθήματα καὶ ἀρρωστίας καὶ θάνατον, καθὼς ἐσημείωσεν ὁ θεῖος ἀπόστολος, γράφων πρὸς τοὺς Κορινθίους· «διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι καὶ  κοιμῶνται ἱκανοί» (Α΄ Κορ. ια΄, 30), ἀλλὰ καὶ τὴν αἰώνιον κόλασιν ἐν τῆ ἡμέρᾳ ἐκείνῃ, ὅτε ὁ Θεὸς «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ», ὡς ἐδήλωσεν ἡμῖν ὁ τῶν ὅλων Κύριος, λέγων· «Τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ ἐρεῖ·  λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας» (Λουκ. ιγ΄, 26-27).

Ἐπειδὴ δὲ τοσαύτη καὶ τοιάτη τιμωρία πρόκειται εἰς τοὺς ἀναξίως μεταλαμβάνοντας τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, διὰ τοῦτο ὁ θεηγόρος Παῦλος ἔδωκε ταύτην τὴν ἐντολήν, «δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω» (Α΄ Κορ. ια΄, 28). Ἀκούεις σοφίαν καὶ σύνεσιν;  Χειροτονεῖ σε κριτὴν σεαυτοῦ· διὰ τί; διότι τὶς ἄλλος πάντων τῶν ἀνθρώπων «οἷδε τὰ τοῦ ἀνθρώπου εἰμὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ» (Α΄ Κορ. β΄, 11); Τὶς ἄλλος ἄνθρωπος οἶδεν ἀκριβέστερον τὰ ἀπόκρυφα τῆς καρδίας σου εἰμὴ τὸ πνεῦμα σου καὶ ἡ συνείδησίς σου; Διὰ τοῦτο οὖν, πρὶν ἤ πλησιάσῃς εἰς τὰ μυστήρια, δοκίμασον σεαυτόν, ἐξέτασον τὰς πράξεις σου, καὶ ἐὰν εὕρῃς ἐν αὐταῖς παράβασιν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ γνώμην ἀδιόρθωτον, ἄπεχε· διότι ἐὰν μεταλάβῃς, γίνεσαι «Ἔνοχος τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου» (Α’ Κορ. ια΄, 27)· Πολυπραγμόνησον τοὺς λόγους σου καὶ ἐὰν γνωρίσῃς, ὅτι «τὸ στόμα σου ἐπλεόνασε κακίαν καὶ ἡ γλῶσσα σου περιέπλεκε δολιότητας καὶ ὅτι καθήμενος, κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον» (ψλμ. μθ΄, 20-21), ψεῦδος, συκοφαντίαν, προδοσίαν, μένῃς δὲν ἐν τούτοις ἀμετανόητος, ἄπεχε· διότι ἀναξίως ἐσθίεις καὶ πίνεις καὶ ἔνοχος γίνεσαι τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου· ἐξερεύνησον τὰς ἐνθυμήσεις σου καὶ ἐὰν ἰδῇς ὑπερηφάνειαν εἰς τὸν νοῦν, φθόνον εἰς τὴν ψυχήν, ἔχθραν εἰς τὴν καρδίαν σου, μετάνοιαν δὲ οὐδεμίαν, ἄπεχε· διότι, ἐὰν μεταλάβῃς, κρίμα ἑαυτῷ ἐσθίεις καὶ πίνεις.

Τὸ μυστήριον πανάγιον· πρέπον οὖν ἐστιν, Ἵνα καὶ οἱ προσερχόμενοι εἰς αὐτὸ ἅγιοι ὦσι. Διὰ τοῦτο ὁ ἱερεύς, ὅταν πλησιάσῃ ὁ καιρὸς τῆς θείας μεταλήψεως, ἐκφωνεῖ «Τὰ ἅγια τοῖς ἁγίοις» (Ἰώβ, ιδ΄, 4-5)· ἀλλὰ τὶς ὁ ἅγιος; «τὶς καθαρὸς ἔσται ἀπὸ ῥύπου; ἀλ’ οὐδείς, ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς». Τὶ λοιπόν, ποιητέον; ἆρά γε συμφέρει νὰ ἀπέχωμεν τοῦ μυστηρίου, ἵνα μὴ ἐμπέσωμεν εἰς ἐνοχὴν καὶ κρίμα; Οὐχί· ἡ μετάληψις τῆς θείας εὐχαριστίας ἐστὶν ἀναγκαία πρὸς στηριγμὸν τῆς πίστεως, πρὸς κατόρθωσιν τῆς ἀρετῆς, πρὸς τελειότητα τοῦ βίου· χωρὶς τῆς μεταλήψεως τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, ἀδύνατον ἐστὶ νὰ κληρονομήσωμεν τὴν αἰώνιον ζωήν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς» (Ἰωάν. στ΄, 53).

Ἀλλὰ βλέπω, λέγεις, δύο πράγματα, στενὰ καὶ τὰ δύο· ἐὰν μεταλάβω ἀναξίως, ἁμαρτάνω· ἐὰν μὴ μεταλάβω ὁλοτελῶς, κολάζομαι· τὶ νὰ πράξω, λοιπόν, οὐκ οἶδα. Ἀλλο τρίτον, ἀδελφέ, ποίησον, ἤγουν μετάλαβε ἀξίως· ἀλλὰ πῶς, ἁμαρτωλὸς ὤν; Τὸ πῶς περιέγραψέ σοι ὁ Θεὸς καὶ διὰ τοῦ προφήτου Μωϋσέως καὶ διὰ τοῦ ἀποστόλου Παύλου· ὁ μὲν Παῦλος παραγγέλλει σοι· δοκίμασον πρῶτον σεαυτόν, ἤγουν ἐξερεύνησον πάσας τὰς ἁμαρτίας σου, καὶ βλέπων τὸ πλῆθος τῶν ἀνομιῶν σου, στοχαζόμενος δὲ τὸ ἀναγκαῖον τῆς μεταλήσεως διὰ τὴν σωτηρίαν σου, μὴ νυστάξῃς, μηδὲ ὑπνώσῃς, μηδὲ μείνῃς κοιτόμενος εἰς τὸν βόρβορον τῆς ἁμαρτίας σου «Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός» (Ἐφεσ. ε΄, 14). Ποίησον ὅσα διὰ τοῦ Μωϋσέως διέταξέ σοι ὁ Θεός· ἅγνισον σεαυτόν, ὅπερ ἐστί, μετανόησον, ὡς ὁ Μανασσῆς· ἐγκατάλειπε τὴν ἀνομίαν, ὡς ὁ Ζακχαῖος· ἀποφάσισον νὰ ζήσῃς εὐαρέστως τῷ Θεῷ, ὡς ὁ Ματθαῖος· ἅγνισον σεαυτόν, ἤγουν πρόσελθε εἰς τοῦ πνευματικοῦ πατρὸς τὸ κριτήριον, καὶ μετὰ ταπεινοφροσύνης ὡς ἡ πόρνη καὶ μετὰ κατανύξεως, ὡς ὁ λῃστής, ἐξαγόρευσον πάσας τὰς ἁμαρτίας σου· ἡ μετάνοια, ἡ ἐπιστροφή, ἡ τελεία ἀποχῆς τῆς ἁμαρτίας, ἡ ἐξομολόγησις ἐξαλείφει τὰς ἀνομίας σου, καὶ καθαρίζει σε ἀπὸ πασῶν τῶν ἁμαρτιῶν σου· «Τὴν ἁμαρτίαν μου ἐγνώρισα», λέγει ὁ προφήτης, «καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα, ἐξαγορεύσω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου» (ψλμ. λα΄, 5-6). Πλῦνον, ὡς ὁ Πέτρος, διὰ πικρῶν δακρύων οὐχὶ τὰ ἰμάτιά σου, ἀλλὰ τῆς ψυχῆς  καὶ τοῦ νοὸς καὶ τῆς καρδίας σου τὸν ῥύπον· τουλάχιστον πρὸ τριῶν ἡμερῶν ἑτοίμασον σεαυτὸν διὰ προσευχῆς, διὰ νηστείας, διὰ ἐλεημοσύνης, καὶ διὰ παντὸς ἄλλου θεαρέστου ἔργου· ἔπειτα μετὰ πίστεως καὶ εὐλαβείας, μετὰ φόβου καὶ τρόμου πρόσελθε, τύπτων τὸ στῆθος, ὡς ὁ τελώνης καὶ τὸ «Κύριε, οὐκ εἰμὶ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς» κραυγάζων, ὡς ὁ ἑκατόνταρχος, καὶ οὕτω μετάλαβε τῶν ἐπουρανίων τοῦ Χριστοῦ μυστηρίων. Τοιουτοτρόπως γίνεταί σοι ἡ μετάληψις ψυχῆς καὶ σώματος ἁγιασμός, καὶ τελεία μετὰ τοῦ Θεοῦ ἔνωσις· τότε δὲ γίνεσαι τοῖς πάθεσιν ἀνίκητος, τοῖς δαίμοσι φοβερός, τῶν ἀγγέλων φίλος, τοῦ Θεοῦ υἱὸς καὶ τῆς ἐπουρανίου αὐτοῦ βασιλείας κληρονόμος. Ἀμήν.

 

***

 

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr)